Genesis 20

1καὶ ἐκίνησεν ἐκεῖθεν Αβρααμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Σουρ Καὶ παρῴκησεν ἐν Γεραροις. 2εἶπεν δὲ Αβρααμ περὶ Σαρρας τῆς γυναικὸς αὐτοῦ ὅτι Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι' αὐτήν. ἀπέστειλεν δὲ Αβιμελεχ βασιλεὺς Γεραρων καὶ ἔλαβεν τὴν Σαρραν. 3καὶ εἰσῆλθεν θεὸς πρὸς Αβιμελεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν Ἰδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί. 4Αβιμελεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπεν Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; 5οὐκ αὐτός μοι εἶπεν Ἀδελφή μού ἐστιν; καὶ αὐτή μοι εἶπεν Ἀδελφός μού ἐστιν. ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο. 6εἶπεν δὲ αὐτῷ θεὸς καθ' ὕπνον Κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην ἐγώ σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. 7νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά. 8καὶ ὤρθρισεν Αβιμελεχ τὸ πρωῒ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. 9καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἶπεν αὐτῷ Τί τοῦτο ἐποίησας ἡμῖν; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, οὐδεὶς ποιήσει, πεποίηκάς μοι. 10εἶπεν δὲ Αβιμελεχ τῷ Αβρααμ Τί ἐνιδὼν ἐποίησας τοῦτο; 11εἶπεν δὲ Αβρααμ Εἶπα γάρ Ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου. 12καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ' οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα. 13ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ Ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ' ἐμέ· εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμὲ ὅτι Ἀδελφός μού ἐστιν. 14ἔλαβεν δὲ Αβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκεν τῷ Αβρααμ καὶ ἀπέδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ. 15καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Ἰδοὺ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει. 16τῇ δὲ Σαρρα εἶπεν Ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τιμὴν τοῦ προσώπου σοῦ· καὶ πάσαις ταῖς μετὰ σου καὶ πάντα ἀλήθευσον. 17προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν, καὶ ἰάσατο θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον· 18ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Αβιμελεχ ἕνεκεν Σαρρας τῆς γυναικὸς Αβρααμ.
Copyright information for LXX